Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.155 Joseph. AJ 12.161 (English) >>Joseph. AJ 12.166

12.159καὶ πέμψας εἰς Ἱεροσόλυμα πρεσβευτὴν ᾐτιᾶτο τὸν Ὀνίαν ὡς οὐκ ἀποδιδόντα τοὺς φόρους καὶ ἠπείλει κληρουχήσειν αὐτῶν τὴν γῆν οὐκ ἀπολαβὼν καὶ πέμψειν τοὺς ἐνοικήσοντας στρατιώτας. ἀκούσαντες δὲ τὰ παρὰ τοῦ βασιλέως οἱ Ἰουδαῖοι συνεχύθησαν, τὸν δὲ Ὀνίαν τούτων ἐδυσώπει διὰ τὴν φιλοχρηματίαν οὐδέν. 12.160

Ἰώσηπος δέ τις, νέος μὲν ἔτι τὴν ἡλικίαν, ἐπὶ σεμνότητι δὲ καὶ προνοίᾳ δικαιοσύνης δόξαν ἔχων παρὰ τοῖς Ἱεροσολυμίταις, Τωβίου μὲν πατρός, ἐκ δὲ τῆς Ὀνίου τοῦ ἀρχιερέως ἀδελφῆς γεγονώς, δηλωσάσης αὐτῷ τῆς μητρὸς τὴν τοῦ πρεσβευτοῦ παρουσίαν, ἔτυχεν γὰρ αὐτὸς ἀποδημῶν εἰς Φικόλαν κώμην ἐξ ἧς ὑπῆρχεν, 12.161ἐλθὼν εἰς τὴν πόλιν ἐπέπληττε τῷ Ὀνίᾳ μὴ προνοουμένῳ τῆς ἀσφαλείας τῶν πολιτῶν, ἀλλʼ εἰς κινδύνους τὸ ἔθνος βουλομένῳ περιστῆσαι διὰ τὴν τῶν χρημάτων ἀποστέρησιν, διʼ καὶ τοῦ λαοῦ τὴν προστασίαν λαβεῖν αὐτὸν ἔλεγεν καὶ τῆς ἀρχιερατικῆς τιμῆς ἐπιτυχεῖν. 12.162εἰ δʼ ἐρωτικῶς οὕτως ἔχοι τῶν χρημάτων, ὡς διʼ αὐτὰ καὶ τὴν πατρίδα κινδυνεύουσαν ἰδεῖν ὑπομεῖναι καὶ πᾶν ὁτιοῦν παθόντας αὐτοῦ τοὺς πολίτας, συνεβούλευσεν ἀπελθόντα πρὸς τὸν βασιλέα δεηθῆναι αὐτοῦ πάντων αὐτῷ παραχωρῆσαι τῶν χρημάτων μέρους. 12.163τοῦ δὲ Ὀνίου μήτε ἄρχειν θέλειν ἀποκριναμένου καὶ τὴν ἀρχιερωσύνην δʼ εἰ δυνατόν ἐστιν ἑτοίμως ἔχειν ἀποθέσθαι λέγοντος μήτε ἀναβήσεσθαι πρὸς τὸν βασιλέα, μέλειν γὰρ αὐτῷ περὶ τούτων οὐδέν, εἰ πρεσβεύειν αὐτῷ συγχωρεῖ πρὸς τὸν Πτολεμαῖον ὑπὲρ τοῦ ἔθνους ἐπηρώτησεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.155 Joseph. AJ 12.161 (English) >>Joseph. AJ 12.166

Powered by PhiloLogic